Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.92 Dem. 20.96 (English) >>Dem. 20.98

20.94καὶ πρὸ τούτων γʼ ἐπέταξεν ἐκθεῖναι πρόσθε τῶν ἐπωνύμων καὶ τῷ γραμματεῖ παραδοῦναι, τοῦτον δʼ ἐν ταῖς ἐκκλησίαις ἀναγιγνώσκειν, ἵνʼ ἕκαστος ὑμῶν ἀκούσας πολλάκις καὶ κατὰ σχολὴν σκεψάμενος, ἃν καὶ δίκαια καὶ συμφέροντα, ταῦτα νομοθετῇ. τούτων τοίνυν τοσούτων ὄντων δικαίων τὸ πλῆθος, οὑτοσὶ μὲν οὐδʼ ὁτιοῦν ἐποίησε Λεπτίνης· οὐδὲ γὰρ ἂν ὑμεῖς ποτʼ ἐπείσθητε, ὡς ἐγὼ νομίζω, θέσθαι τὸν νόμον· ἡμεῖς δʼ, ἄνδρες Ἀθηναῖοι, πάντα, καὶ παρεισφέρομεν πολλῷ καὶ κρείττω καὶ δικαιότερον τοῦ τούτου νόμον. 20.95γνώσεσθε δʼ ἀκούοντες. λαβὲ καὶ λέγε πρῶτον μὲν τοῦ τούτου νόμου γεγράμμεθα, εἶθʼ φαμεν δεῖν ἀντὶ τούτων τεθῆναι. λέγε.Νόμος

ταῦτα μέν ἐσθʼ τοῦ τούτου νόμου διώκομεν ὡς οὐκ ἐπιτήδεια. τὰ δʼ ἑξῆς λέγε, τούτων εἶναι βελτίω φαμέν. προσέχετʼ, ἄνδρες δικασταί, τούτοις ἀναγιγνωσκομένοις τὸν νοῦν. λέγε.Νόμος

20.96ἐπίσχες. τοῦτο μέν ἐστιν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον καλόν, ἄνδρες Ἀθηναῖοι, καὶ σαφές, “τὰς δωρειὰς ὅσας δῆμος ἔδωκε κυρίας εἶναι·” δίκαιον, γῆ καὶ θεοί. χρῆν τοίνυν Λεπτίνην μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τοῦτον ἔλυσε γραψάμενος. νῦν δὲ μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον, ὅμως ἐνομοθέτει, καὶ ταῦθʼ ἑτέρου κελεύοντος νόμου καὶ κατʼ αὐτὸ τοῦτʼ ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος τοῖς πρότερον κειμένοις νόμοις. λαβὲ δʼ αὐτὸν τὸν νόμον.Νόμος



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.92 Dem. 20.96 (English) >>Dem. 20.98

Powered by PhiloLogic